logo


Θεοφάνους Κεραμέως

Ὁμιλία ΝΖ΄

«Εἰς τό « Ἐγώ εἰμί ἡ θύρα» –

Ἐλέχθη ἐν τῇ ἑορτῇ τοῦ ἁγίου Παγκρατίου»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 990Α-1004Α)

 

Οὐ κατόπιν, ὡς ὁ λόγος, ἥκομεν ἑορτῆς· ἀλλὰ  μικροῦ μὲν ἡμᾶς διέφυγεν ἡ πανήγυρις, καίτοι τὴν πορείαν ἐπιταχύνοντας. Ἡ δὲ σεβασμία χάρις Παγκρατίου τοῦ μεγάλου Πατρὸς, καθάπερ ἀπὸ συνθήματος ἡμᾶς ἐν τῇ ἀγίᾳ τούτου σορῷ συνηγάγγετο συνεορτάσοντας μεθʼ ἡμῶν, θεοσύλλεκτον ἄθροισμα, τὴν ἱερὰν πανήγυριν. Ἀρʼ οὖν οὐκ ἀδικοῦντες ὀφθείημεν, εἰ σιγῇ τὴν παροῦσαν παρέλθοιμεν σύναξιν ; Κἄν γοῦν ἐκ τῆς πανορμῆθεν ὁδοιπορίας γεγόναμεν τὸ σῶμα κατάκοποι, ἀλλὰ βιαστέον ἡμῖν τὴν ἀσθένειαν, καὶ τῇ λαμπρότητι τῆς ἑορτῆς χορηγητέον τὴν τοῦ λόγου προσθήκην· μηδὲ γὰρ τοσοῦτον ἰσχύσει ἀσθένεια σώματος, ὡς τὴν περὶ τὰ καλὰ σπουδὴν ἀμβλυτέραν ἐργάσασθαι. Φέρε δὴ τὰς εὐαγγελικὰς θεολέκτους φωνὰς μέσον εἰσφέρωμεν, ἅς ὁ τῶν φρικτῶν μυστηρίων διάκονος σήμερον ἐξεφώνησεν. Εἶπεν ὁ Κύριος «Ἐγώ εἰμι ἡ θύρα, δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· » ὁ διʼ ἡμᾶς φύσει γενόμενος καθʼ ἡμᾶς, ἵνα ἡμεῖς χάριτι γενώμεθα ὅπερ αὐτὸς, ὥσπερ δὴ καὶ γεγένηται, καὶ ὠνόμασται ἄνθρωπος, οὕτω συγκαταβάσεως τρόπῳ τοῖς αὐτὸν δεχομένοις ὀνομάζεται καὶ ὁδὸς καὶ πηγὴ, καὶ ὕδωρ, οἶνος, καὶ ἄρτος, καὶ μάργαρος, ἀναλόγως τοῖς εἰς αὐτὸν πεπιστευκόσι πάντα γενόμενος, καὶ πρός τήν ἑκάστου ἐπιτηδειότητα μεταμειβόμενος. Νῦν οὖν τροπικωτέρῳ τῷ λόγῳ θύραν ἐκάλεσεν ἑαυτὸν, δἰ ἧς πρὸς τὴν ζωὴν οἱ πιστεύσαντες εἰσαγόμεθα δη- λονότι διʼ αὐτοῦ εἰς αὐτόν· « Ἐγώ εἶμι ἡ θύρα.» Ὥσπερ γὰρ ἡ θύρα ἀρχὴ τῆς εἰς τὴν οἰκίαν εἰσόδου ἐστὶν, οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς θύρα γέγονεν ἡμῖν τῆς εἰς τὴν ἀρετὴν εἰσελεύσεως, πρῶτος πᾶσαν κατορθωκὼς ἀρετήν. Καὶ μὴν καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀρχὴ, καὶ πρωτότοκος πεφυκὼς, θύρα τῆς ἀφθαρσίας ἡμῖν ἐχρημάτισε, καὶ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πεπληρωκὼς, καὶ εἰς οὐρανοὺς ἀναπεφοιτηκὼς, καὶ τοῖς πατρικοῖς θώκοις κεκαθηκὼς, ὁδὸς ἡμῖν γέγονε, καὶ θύρα τῆς ἀναβάσεως. Ἡ θύρα δὲ αὕτη καὶ στενὴ πύλη ἐν ἄλλοις ὠνόμασται, περὶ ἧς φησιν ὁ Σωτήρ· « Εἰσέλθετε διὰ τῆς στενῆς πύλης.» Καὶ στενὴ μὲν ἡ πύλη τοῖς εἰσαγομένοις γίνεται, οἷς ἔτι ἀγύμναστός ἐστιν ἡ ψυχή πρὸς τὴν τοῦ καλοῦ κατανόησιν. Θύρα δὲ ἀναπεταμένη τοῖς ἐν ἕξει γεγονόσι τῆς ἀρετῆς· καὶ νῦν μὲν τοῖς βουλομένοις πᾶσιν ἀνέῳκται· ἐν δὲ τῇ μελλούσῃ ζωῇ τοῖς ἀνετοίμως ἔχουσι κλείεται, καθὼς ἐν τῇ παρθένων παραβολῇ μεμαθήκαμεν. Ἀλλʼ ἐπὶ μὲν τῶν αἰσθητῶν ἄλλη μὲν ἡ θύρα, ἕτερος δὲ ὁ ποιμήν· ἐνταῦθα δὲ, ὁ αὐτὸς ἡμῖν ἀμφότερα γίνεται εἰσιοῦσι μὲν θύρα, ἐξιοῦσι δέ γε ποιμήν· καὶ μὴ θαυμάσῃς εἰ ὁ αὐτὸς ἀμφότερα γίνεται. Καὶ Πέτρῳ γὰρ ἐγχειρίσας ταύτης τῆς θύρας τὰς κλεῖς, τὸν αὐτὸν καὶ κλειδοῦλον, καὶ ποιμένα χειροτονεῖ· «Βόσκε, λέγων, τά ἀρνία μου.»

« Διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· » καὶ μάλα εἰκότως. Εἰ γὰρ αὐτός ἐστιν θύρα τῆς βασιλείας τῶν οὐρανῶν, διʼ αὐτῆς εἰσιὼν πάντως σω θήσεται. δὲ τὴν θύραν ἀφεὶς, καὶ οἷα κλέπτης, καὶ λωποδύτης τὸ τῆς αὐλῆς θριγκίον ὑπερπηδῶν, ὑπὸ τῶν τῆς αὐλῆς φυλάκων ληστεύων ἁλίσκεται, καὶ κινδυνεύει νυκτιλοχῶν. Φαίη δέ τις ἐπαπορῶν, καὶ εἰ καλόν ἐστι τὸ διὰ τῆς θύρας ταύτης εἰσελθεῖν, καὶ εἴσω γενέσθαι τῆς μακαρίας αὐλῆς· ἄρα τὸ ἐξελ- θεῖν ἐπικίνδυνον· ἐν οἷς γὰρ εἰσέλευσις ἀγαθὸν, ἐξέλευσις οὐκ ἀγαθόν· ἐνταῦθα δὲ τὰ ἀλλήλοις ἀντικείμενα δείκνυνται ἀγαθά. « Εἰσελεύσεται γὰρ, φησὶ, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. » Τὶ οὖν διὰ τούτων ἐμφαίνει ἄλλο, τῆς κατʼ ἀρετὴν προκοπῆς τὸ ἀόριστον; Εἴσεισι μὲν γὰρ πρὸς ἀρετὴν ψυχή· ὁρῶσα δʼ ἔτι τὸ ἀγαθὸν ὑποκείμενον ἀπὸ τοῦ κατορθωθέντος ἐξιοῦσα ὑπερανίσταται. Καὶ ὅσον αὐτὴ ἡ πρὸς τὸ ἀγαθὸν πορεία ὑπερεκτείνεται, τοσοῦτον τῆς καταλήψεως ἀπολείπεται. Ἐξιοῦσα μὲν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, εἰσιοῦσα δὲ εἰς τὰ ὑπερκείμενα. Ἦ τὶ ἄλλο αἰνίττεται ἡ σώφρων νύμφη, ἡ τὰ τῆς προκοπῆς ᾀσματίζουσα, ἐν οἷς φησιν, ἐπὶ θύρας· « Ἐγὼ ἥνοιξα τῷ ἀδελφιδῷ μου· ἀδελφιδούς μου παρῆλθεν· ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. » Ὁρᾶς ἐπαινουμένην ἐξέλευσιν; Ἡ γὰρ εἰσελθοῦσα ψυχὴ ἐν τῇ τοῦ ποθουμένου ἀγάπῃ, νῦν ἐξῆλθε χειραγωγουμένη ὑπὸ τοῦ λέγοντος· « Διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται. » Ὅτι δὲ τῆς εἰσελεύσεως ταύτης καὶ ἐξελεύσεως φύλαξ ὁ Κύριος γίνεται, καταμάθοις ἀνοικτὶ προσέχων τῇ ᾠδῇ τῶν ἀναβαθμῶν· « Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου. » Κάκεῖσε γὰρ ὁ Δαβὶδ τῆς ψυχῆς ἀναβάσεις τῷ λόγῳ οἱονεὶ ζωγραφῶν τὴν ἐν τῷ ἀγαθῷ εἴσοδον, καὶ ἔξοδον ὑπαινίττεται. Τὸν Μωϋσέως ὅρα μοι βίον, ὅσακις εἰσῆλθε, καὶ ἐξῆλθεν εἰς τὰ ὑπερκείμενα διαθέων ἐκεῖνος ὁ ἀνήρ· τὴν Ἰακὼβ σκόπησον κλίμακα, πῶς διὰ τῶν βαθμίδων ὁ εἰσερχόμενος καὶ ἐξερχόμενος ὑπέρτερος γίνεται. Ἐπεὶ δὲ κατὰ τὸν μέγαν Παῦλον διπλοῦς ὁ ἄνθρωπος, ὁ εἴσω, καὶ ὁ φαινόμενος, λέγοιτʼ ἄν εἰσέρχεσθαι ὁ τοῦ ἔσω ἀνθρώπου ἐπιβουλευόμενος, τῆς ψυχῆς δηλαδή· ἐξέρχεσθαι δὲ ὁ νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑποτάττων τὴν σάρκα τῷ θελήματι τοῦ Χριστοῦ.

« Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ.» Κλέπτης ἐστὶ κατὰ τὸν ἱεροφάντορα Μάξιμον, ὁ παλαιὸς ἐχθρὸς τοῦ ἡμετέρου γένους διάβολος, ὁ κλέψας θεώσεως ἀπάτῃ τὸν ἄνθρωπτον. Τίς δὲ ἡ τοῦ διαβόλου κλοπὴ, καὶ ὅπως θύειν, καὶ ἀπολύειν πειρᾶται ἡμᾶς, ὁ σοφὸς Ἰωάννης ὁ τῆς ἀσκητικῆς κλίμακος συγγραφεὺς, ἄριστα διεσάφησε· κλοπὴν μὲν εἰπὼν αἰχμαλωσίαν ἄγνωστον τῆς ψυχῆς, θυσίαν δὲ τὸν ἐν ἁμαρτίαις θάνατον τοῦ νοὸς, ἀπώλειαν δὲ τὴν ἀνομίαν, τὴν μετὰ τὴν ἀπόγνωσιν. Ὁρᾷς ὅση καθʼ ἡμᾶς ἡ τοῦ τυράννου παράταξις; Οὐκ ἀρκεῖται τῇ κλοπῇ ὁ κατάρατος, ἀλλὰ καὶ θύει τὰ κλαπέντα καὶ θανατοῖ · δέδοικε γὰς μή πως ὁ ποιμὴν ὁ καλὸς ζητήσῃ, καὶ ἀνακαλέσηται τὸ κλαπέν. Πλὴν οὐδʼ ἐν τῷ θανατῶσαι ἴστησι τὴν μανίαν ὁ μιαρὸς, ἀλλὰ σπεύδει παντελῶς ἀπολέσαι τὸ κλαπὲν, καὶ τυθὲν, ἵνα μὴ ὁ ζωογονῶν τοὺς νεκροὺς ἀναστήσῃ τὸ ἥδη φθαρέν. Ἄριστον μὲν οὖν τῇ συμβουλῇ μὴ κλαπῆναι τοῦ ὄφεως. Εἰ δὲ συμβῇ τοῦτο, γενέσθαι ποτὲ ἀποπηδῆσαι μάλα γοργῶς, καὶ τὴν πρᾶξιν ἀποφυγεῖν. Τοῦτο γὰρ ὁ θάνατος τῆς ψυχῆς. Εἰ δὲ καὶ τοσοῦτον ἐπινυστάξει ὁ φυλάσσων σε νοῦς, ὡς δουλαγωγηθῆναι τῷ θελήματι τοῦ ἐχθροῦ, καὶ ἐπʼ ἐκείνου τυθῆναι τὰ θυμήρη τούτῳ διαπραξάμενον, ὀτραλέως ἀναθρώσκειν, ὡς ἀπὸ μέθης, καὶ μὴ ἐμμεῖναι τῷ καίρῳ τῆς ἀπογνώσεως· αὕτη γὰρ ἡ ἀπώλεια. Οὕτως ἀπέσπασε τῆς ἱερᾶς χορείας τῶν μαθητῶν Ἰούδαν τὸν δείλαιον· διὰ μὲν τῆς φυλαργυρίας κλέψας αὐτὸν, θύσας δὲ διὰ τῆς προδοσίας, ἀπολέσας δὲ ἀγχόνῃ δʼ ἀπογνώσεως. Εἶτα καὶ τῷ προκρίτῳ προσέβαλε φοιτητῇ, καὶ ὁ μέγας ἐκεῖνος κλέπτεται ὑπὸ παιδίσκης θορυβηθεὶς, τέθυται δὲ ἀρνησάμενος, οὐ μένται ἀπώλετο· οὐ γὰρ ἐνέμηνεν ἀπογνοὺς, ἀλλʼ ἐξελθών ἔξω τοῦ πτώματος, θερμοῖς δάκρυσι τὴν ἧτταν ἀνεκαλέσατο. « Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσόν ἔχωσι. » Ζωὴν τὴν διὰ τοῦ Εὐαγγελίου λέγει ἀναγέννησιν· περισσὸν δὲ, τὴν βασιλείαν τῶν οὐρανῶν Οἱ γὰρ διὰ παρακοῆς τεθνήξαντες, οὐ μόνον ζῶσι πιστεύσαντες, ἀλλά καί τῆς ἄνω βασιλείας μέτοιχοι γίνονται.

« Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. » Ὅτι ποιμὴν τῶν λογικῶν προβάτων ὁ Κύριος, μεμαρτυρήκασι καὶ τὰ τῶν ἱερῶν προφητῶν χρησμῳδήματα. Φησὶ γαρ ὁ Θεὸς διὰ Δαβὶδ, πρὸς τὸν ἐκ Δαβὶδ ἀνατεταλκότα Ἐμμανουήλ· « Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷν διὰ δὲ Μιχαίου· « Ποίμαινε λαόν σου ἐν ῥάβδῳ, πρόβατα κληρονομίας σου» λαὸς δὲ καὶ πρόβατα κληρονομίας αὐτοῦ, νοηθεῖεν ἄν, οἱ τε ἐκ περιτομῆς πεπιστευκότες, καὶ οἱ πρὸς ἁγιασμὸν κεκλημένοι ἐκ τῆς πληθύος τῶν ἐθνῶν. Ἐπαπειλεῖ δὲ καὶ διὰ φωνῆς Ἰεζεκιὴλ τοῖς ποιμαίνουσι τὸν Ἰσραὴλ ἱερεῦσι καὶ μύσταις· « Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατα μου· καὶ ἀναστήσω ἐπʼ αὐτοὺς τὸν δοῦλόν μου τὸν Δαβίδ· » αὐτὸν δήπου θεσπιῳδῶν τὸν Κύριον ἡμῶν, ὅς τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προβάτων. Ἀλλὰ δοῦλον αὐτὸν ἀκούων, μηδέν τι μικροψύχως θορυβηθῆς, ὡς κατασμικρυνούσης τὸ μεγαλεῖον τοῦ λόγου τῆς ἐν τῇ λέξει ἐμφάσεως. Ἐπειδὴ γὰρ μορφὴν δούλου ἀνέλαβε, τῇ κλήσει κοινωνεῖ τοῦ προσλήμματος. Τῷ ὄντι γὰρ ἐδούλευσε σαρκὶ, καὶ γονεῦσι, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμετέραν ἐλευθερίαν καὶ πᾶσιν οἷς σέσωκε τοὺς τῇ ἁμαρτίᾳ ἐνισχυμένους.

« Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὤν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει. » Παρὰ τῷ νόμῳ καὶ τοῖς προφήταις ὁ μισθωτὸς διαβέβληται. Ὁ μὲν γὰρ νόμος ἀπώμοτον ποιεῖται τὸν μισθωτὸν ἐσθίειν ἅγια, οὕτως εἰπὼν· «Πάροικος, καὶ μισθωτὸς τοῦ ἱερέως οὐκ ἔδεται ἅγια.» Ὁ μέγας δὲ Ἡσαΐας ἐν σχήματι ἀρᾶς προλέγων περὶ τῶν συμβησομένων Μωάβ « Ἀτιμασθήσεται, φησὶν, ἡ δόξα Μωὰβ ἐν τρισὶν ἔτεσι μισθωτοῦ.» Διὰ τί δέ ; ὅτι τοῦ μισθωτοῦ τὸ ἔργον, οὐκ ἐκ διαθέσεως, ἀλλʼ ἐπίπλαστον. Δοκεῖ οὖν ὁ Κύριος διὰ τοῦ μισθωτοῦ, τῶν Φαρισαίων, καὶ Γραμματέων καθάπτεσθαι, οἱ τῆς θείας ἐντολῆς ἀποθρώσκοντες, καὶ τὰς ἀρχὰς ὠνίους λαμβάνοντες, τρόπῳ μισθωτῶν, ἥκιστα τῶν προβάτων ἐκήδοντο, τὰ τοῦ Θεοῦ καπηλεύοντες. Θορυβεῖ οὖν διὰ τούτων αὐτοὺς, καὶ τῆς ἀρχῆς ἐκπεσεῖσθαι, οἰονεὶ προαναφωνεῖ ἡρέμα καὶ τῆς προφητείας ἀναμιμνήσκων αὐτοὺς, ἥ φησιν· « Οὐχὶ τὰ πρόβατά μου βόσκουσιν οἱ ποιμένες τοῦ Ἰσραήλ. Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε.» « Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. » Προαναφωνεῖ τὸ Πάθος, καὶ προκηρύττει τὸν ἑκούσιον θάνατον. Δεικνὺς ὅτι οὕτω στέργει τὰ πρόβατα, ὥστε τὴν ψυχὴν αὐτοῦ δίδωσι λύτρον ὑπὲρ αὐτῶν.

« Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. » Οὐ τοσοῦτον γινώσκεται παρ’ ἡμῶν, ὅσον αὐτὸς τὸν Πατέρα γινώσκει, καὶ ὑπʼ ἐκείνου γινώ- σκεται, ἀλλὰ γνῶσιν ἐνταῦθα τὴν οἰκειότητα λέγει· καθὼς τοῖς φαύλοις ἐν ἄλλοις φησίν· « Οὐκ οἶδα ὑμᾶς· » πάντως λέγων τὴν εἴδησιν· πῶς γὰρ ἠγνόει ὁ καὶ πρὶν γενέσεως, πάντα εἰδώς; Καὶ μὴν καὶ τὸ « Οἶδά σε παρὰ πάντων » εἰρημένον τῷ Μωσεῖ πρὸς Θεὸν, οὕτω προσήκει νοεῖν. Αὐτὸς μὲν οὖν ἡμῖν ᾠκειώθη διὰ σαρκὸς, ἡμεῖς δ’ αὐτῷ διʼ ἀρετῆς οἰκειούμεθα,

Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. «Ἦν μέν αὐλή πρότερον ἡ τῶν Ἰουδαίων συναγωγή. Ἀφʼ οὗ δʼ εἰς Χριστὸν πεπαρῴνηκε. ἤκουσεν· « Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ γέγονε κατὰ τὸν προφητικὸν λόγον ἡ ἔπαυλις ἠρημωμένη.» Ἀντεισήχθη δὲ ἡ ἐξ ἐθνῶν ἀγέλη ὑφʼ ἑνὶ μαθοῦσα ποιμαίνεσθαι τῷ Χριστῷ· οἱ δὲ μισθωτῶν δίκην ταῖς μυστικαῖς ἀγέλαις ἐπιστατοῦντες ἐπαύθησαν. Φοβηθῶμεν ὅσοι τῶν λογικῶν προβάτων ἀγελάρχαι τετάγμεθα, μὴ ἀντὶ ποιμένων μισθωτοὶ καὶ κλέπται φανείημεν, μηδὲ τὰς ἐξ αὐτῶν ὠφελείας καρπώμεθα, περὶ δὲ τὴν ἐπιμέλειαν τοῦ ποιμνίου ὀλιγώρως διατιθείημεν. Καὶ ὑμεῖς δὲ οἱ ποιμαινόμενοι προσέχετε ἑαυτοῖς, μήπως ἀντὶ τοῦ προβάτοις ὁμοιοῦσθαι, καὶ γάλα φέρειν καὶ ἔριον, ἃ τὴν ἐλεημοσύνην αἰνίττονται, πρὸς τοὺς κρημνοὺς τῆς ἁμαρτίας, ἐρίφων τρόπον ἐφάλλοισθε. Μιμησώμεθα τοῦτον τὸν ἀληθῆ ποιμένα, καὶ μιμητὴν τοῦ Δεσπότου Πα γκράτιον, οὗ τὸν ἄριστον βίον ἐπιτροχάδην διεξελθόντες ὑποδείξομεν ὑμῖν, ὡς οὐκ ἔστιν ἀμήχανον τοῦτον μιμήσασθαι.

Ὁ ἱερὸς τοίνυν Παγκράτιος, καθὼς ὁ κατ’ αὐτὸν ἱστορήσας Εὐάγριος ἠκριβώσατο, ἀνατολῆθεν ὀρμώμενος, καὶ ὑπὸ τῶν ἱεροτελεστικῶν χειρῶν τοῦ κορυφαίου τῶν μαθητῶν ἀρχιερεὺς γεγονὼς, ἐν τῇ καθʼ ἡμᾶς ταύτῃ νήσῳ ἐκπέμπεται, καὶ πρὸς ταύτην τὴν πόλιν ταύρου καὶ μενείας πεφοιτηκώς, πρότε- ρον μὲν τὰ τῶν δαιμονίων ἐκκαθαίρει βδελύγματα, καὶ τὰ βέβηλα συντρίβει ἀγάλματα, ὧν ἐξόχως ἐτιμῶντο Φάλκων, καὶ Λύσσων, καὶ Σκάμανδρος. Εἶτα μετάγει πρὸς τὴν εὐσέβειαν τὸν ἡγεμόνα τῆς πόλεως Βονιφάτιον, θείους τε ναοὺς καὶ ἱερὰ δειμάμενος καταγώγια, καὶ πολλοὺς πρὸς τὴν ἀληθῆ πίστιν μεταγαγὼν, ἐπισφραγίζει μαρτυρίῳ τὸ τέλος· κἄν τούτῳ τὸν οἰκεῖον Δεσπότην μιμούμενος, καὶ τὴν τῆς ἀρχιερωσύνης στολὴν αἷμα τι φοινίξας μαρτυρικῷ, πρὸς οὐρανὸν ἀνατρέχει χερσὶν ἀγγέλων αἰρόμενος. Τούτου τὴν πολιτείαν ζη- λώσωμεν, ὧ Χριστιανικώτατε σύλλογε. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἀνατολῆθεν ἐξορμώμεθα ἐκ τῆς μακαρίας ἐκείνης Ἐδὲμ, ἐξ ἧς ἐκπεσόντες, ἐν ταῖς δυσμαῖς τοῦ βίου τούτου γεγόναμεν, κόσμον οἰκήσαντες νήσῳ παρεμφερῆ ἅτε τῇ τῆς κακίας ἅλμῃ πάντοθεν διαλαμβανόμενον· ἐν ᾧ πολλὰ μὲν τῆς πονηρίας τὰ πνεύματα, πυκνὰ δὲ τῆς ἁμαρτίας τὰ κύματα, ἀλλεπάλληλα τῶν πειρασμῶν τὰ ῥεύματα, ἅπερ καθʼ ἡμῶν ἐγείρει ὁ νοητὸς ἄγριος ταῦρος, ὁ τὴν μανίαν σύνοικον ἔχων, καὶ πόλιν κτίζων ὑπὸ πονηρῶν ἐπιτηδευμάτων συνῳκισμένην· περὶ ἧς φησιν ὁ ψαλμός· « Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ ἀνομία, καὶ κόπος ἐν μέσῳ αὐτῆς, καὶ τόκος, καὶ δόλος ἐν ταῖς πλατείαις αὐτῆς». Ὁρᾷς τοῦ νοητοῦ Ταύρου καὶ τῆς μανίας τὴν πόλιν, ἥν οἰκεῖν κατεκρίθημεν; Ἐνταῦθα οὖν παραχθέντες, γενώμεθα Παγκράτιοι τρόπον ἕτερον, πάντων κρατοῦντες τῶν ἀπὸ τῆς ψυχῆς κινημάτων. Οὕτω γὰρ τὰ ἐν ἡμῖν τῶν παθῶν ἀφιδρύματα ἀφανισθεῖεν, ὡς Φάλκων, καὶ Λύσσων, καὶ Σκάμανδρος. Εἶεν δʼ ἄν Φάλκων μὲν ὁ ὑφέλκων ἡμᾶς εἰς τὴν ἁμαρτίαν πονηρὸς λογισμὸς, Λύσσων δὲ ἡ λυσσώδης ἐπιθυμία τῶν ἀτόπων ὁρέξεων, Σκάμανδρος δὲ ὁ θυμὸς, ὁ καθάπερ σκάμμα καὶ κόλεμος γινόμενος τῆς ἀνδρείας ψυχῆς. Ἐνταῦθα τὰ εἴδωλα τοῦ νοὸς καταβάλωμεν, τὸ τριμερὲς τῆς ψυγῆς εὖ μάλα περικαθάραντες, πολλῶν μυσταγωγοὶ καὶ σωτῆρες γενοίμεθα. Οἵ τε γὰρ τῆς ἀσεβοῦς προέχοντες πόλεως, τουτέστιν οἱ ἐπὶ κακίᾳ περιφανέστεροι, εἴσω τῆς σωτηρίας εἰσαχθεῖεν, μόνον εἰ πρότερον γένοιντο Βονιφάτιοι. Τὸ γὰρ ὄνομα τοῦτο τὸν ἀγαθὰ διαπραττόμενον ἑρμηνεύσει, εἴ τις τῶν Ρωμαίων εἰς τὴν Ἑλλάδα μεταβάλλει φωνήν· δηλοῦντος τοῦ λόγου, ὡς οὐκ ἔστι γνήσιον γενέσθαι Χριστιανὸν τὸν μὴ καλὰ ἔργα ἐπιδεικνύοντα. Ἀνήγειρεν ὁ μέγας Παγκράιος ἱερὰ τεμένη, καὶ θείους σηκούς· κατασκεύασον σὺ σεαυτὸν ναὸν τοῦ Θεοῦ, οἰκητήριον τῆς ἁγίας Τριάδος γενόμενος. Ἄν σοι προσβάλλοι διὰ πειρασμῶν ὁ ἐχθρὸς, μέχρι θανάτου ἀντίστηθι, προαιρέσει μαρτύρησον. Ἐξεχύθη τοῦ ἱερομάρτυρος τὸ αἷμα διὰ Χριστόν· χύσον αὐτὸς τὰς τῶν δακρύαν λοιβάδα, ἐξ ὀφθαλμῶν. Ἐκρύβη τὸ σεβάσμιον ἐκείνου σῶμα ἐν χαραδρώματι· κρύψον σὺ τὴν ἑαυτοῦ ψυχὴν ἐν τῇ ταπεινότητι, ἵνα σε σκηναὶ ἁγίων εἰσδέξωνται, καὶ βασιλεία οὐρανῶν, καὶ τρυφὴ ἀτελεύτητος, ἧς γένοιτο πάντας ἡμᾶς ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθʼ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ κράτος, καὶ αἴνεσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.