logo


Θεοφάνους Κεραμέως

Ὁμιλία ΝΗ΄

«Εἰς τό « Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων» –

Ἐλέχθη ἐν τῇ ἑορτῇ τοῦ ἁγίου μεγαλομάρτυρος Παντελεήμονος»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 1004Β- 1018D)

 

     Οἱ πρό τήν πάνδημον ταύτην ἀθροισθέντες πανήγυριν, ταῖς σωματικαῖς ἀνάγκαις  πανήγυριν, ταῖς σωματικαῖς ἀνάγκαις οἷά τισι πλεκτάναις πεδούμενοι περὶ τὴν ἐμπορίαν σχολάζουσι μᾶλλον ἢ περὶ τὴν ἐκκλησιαστικὴν ταύτην σύναξιν· καὶ ἐπορθρίζουσι μἄλλον εἰς τὸ πρατήριον ἥππερ εἰς τὸ εὐκτήριον. Ἕκαστοι τῶν τε πιπρασκόντων καὶ τῶν ὠνουμένων προλαβεῖν ἐν τῷ κέρδει σπουδάζουσι τὸν ἕτερον. Καὶ ὁ μὲν σπεύδει πρὸ τῶν ὁμοτέχνων ἀπεμπολῆσαι τὸ ἴδιον· ὁ δὲ μὴ προληφθῆναι παρʼ ἑτέρου πρὸς τὸ ἁρπάσαι τὸ χρειῶδες, ἐπείγεται· λόγος δὲ αὐτῆς τῆς Ἐκκλησίας οὐδείς. Ἀλλὰ τὸν εἰς τὸ θεῖον τέμενος δρόμον ὁ ἐχθρὸς τῇ προφάσει τῆς ἐμπορίας προήρπασεν. Ἀλλʼ ὑμεῖς ὅσοι τῆς σωματικῆς χρείας τὴν θείαν σύναξινπροε κρίνατε, καὶ τὴν εὐχὴν τῆς ἀκαίρου φιλονεικίας προετιμήσατε, τὴν πνευματικὴν πραγματείαν εἰσδέξασθε, οὐ καθʼ ὁμοιότητα τῆς αἰσθητῆς ταύτης καὶ ῥεούσης τυγχάνουσαν· ἐν ᾗ πολλὴ μὲν ἡ φιλονεικία, πλείστη δὲ ἡ ἐπιορκία, τὸ ψεῦδος σωρηδὸν ἐπικέχυται, ἑκάστου τοῖς ἐπαίνοις ὑπερβάλλεσθαι τὸ ἴδιον, καὶ φενακίσαι τὸν συναλλακτὴν σπουδάζοντος. Ἀλλʼ ἡ ἐνταῦθα ἐμπορία ἡρεμαία καὶ ἥσυχος, καὶ τὸν παρέχοντα μὴ ζημιοῦσα, καὶ τὸν λαμβάνοντα παρασκευάζουσα εὐπορώτερον. Τὴν εὐαγγελικὴν τοίνυν πυκτὴν ἀναπτύξαντες, τὰ θεῖα κατοπτεύσωμεν λόγια. « Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Πρότερον μὲν ἀποστέλλων τοὺς μαθητὰς ὁ Σωτὴρ εἰς τὸ κήρυγμα, ἀπεῖργε τούτους εἰς, ὁδὸν βαδίζειν ἐθνῶν, καὶ εἰς πόλιν Σαμαρειτῶν, τοῖς ἐξ Ἱερουσαλὴμ δὲ μόνοις εὐαγγελίζεσθαι. Ἐν τούτοις οὖν ἐθίσας αὐτοὺς, ἤδη λοιπὸν καὶ παντὶ τῷ κόσμῳ καθίστησι κήρυκας. Ἐπεὶ δὲ μιμητὰς ἔδει γενέσθαι αὐτοὺς τοῦ διδασκάλου ἀκούσαντας, ὡς « Ὁ θέλων ἐμοὶ διακονεῖν ἐμοὶ, ἀκολουθείτω,» ἐκεῖνος δὲ ἤχθη ἐπὶ σφαγὴν, ὡς πρόβατον, κατὰ τὴν τοῦ Ἠσαΐου προαναφώνησιν, διὰ τοῦτο ἐξάγων αὐτοὺς εἰς τὸ κήρυγμα, παραινεῖ, ὡς ἄρνας λύκοις συναναστρέφεσθαι. «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» ᾚδει γὰρ, ᾔδει ὡς ἐπεισφρήσουσι κατὰ τοῦ κηρύγματος βασιλεῖς, καὶ ἡγεμόνες, καὶ τύραννοι κατὰ τῶν κηρύκων ὡς λύκοι ἄγριοι χαίνοντες, καὶ θηριωδῶς ἐπιθρώσκοντες. Πῶς οὖν, φησιν, τούτων περιγενήσεσθε;

« Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις.» Μὴ θορυβείσθω τῶν φιλοχρίστων ἀκοὴ, ὅτι ἀπεμφαίνοντι ζώῳ ἐξομοιοῦσθαι τοῖς μαθηταῖς νουθετεῖ. Αὐτὸ, γὰρ ὁ Σωτὴρ τῷ κρεμασθέντι ἐν τῇ ἐρήμῳ χαλκοχύτῳ ὄφει ἑαυτὸν ὁμοιῶσαι οὐ παρῃτήσατο. Ἐπεὶ οὖν ἐστέλλοντο πρὸς τὸ κήρυγμα, ὅπου χρεία σοφίας ἦν πρὸς τὸ πεῖσαι τοὺς ἀντιλέγοντας, μιμεῖσθαι τὸ φρόνημα τοῦ ὄφεως ὑποτίθησιν. Ὥσπερ γὰρ ἐν τῇ κατὰ τοῦ πρώτου ἀνθρώπου ἐππιβουλῇ ἔγνω ὁ ὄφις μὴ τῷ ἀνδρὶ προσελθεῖν στεῤῥότερον ἔχοντι φρό-νημα, ἀλλʼ ὡς εὐαγωγοτέρᾳ τῇ γυναικὶ τὴν ἀπατηλὴν ἐκείνην προσῆξε παραίνεσιν, πιθανῶς τὸν λίγον πλάσας πρὸς τὸ ἀποστῆσαι Θεοῦ οὕτω βούλεται τούς μαθητὰς ἐν τῷ διδάσκειν πρόσωπα, καὶ τόπους καὶ καιροὺς ἐπιλέγεσθαι, καὶ παντὶ τῷ τρόπῳ ἐν κρίσει τοὺς λόγους οἰκονομεῖν, πρὸς τὸ ἀποστῆσαι τῆς ἀμαρτίας, καὶ οἰκειῶσαι Θεῷ. Σκόπει μοι τοῦ μεγάλου Παύλου τὴν ἐν τῷ Ἀρειοπάγῳ διάλεξιν ἠρτυμένην τῷ φρονήματι τοῦ ὄφεως, πῶς, ἀφʼ ὧν ἐσέβοντο βωμῶν τὸν λόγον κατασκευάας, πανσόφως τὸν Εὐαγγελίου λόγον παρέπλεξεν, ὡς τὸν παρʼἐκείνοις εὐδόκιμον δικαστὴν, τὸν μέγαν φημὶ Διονύσιον, τῇ τοῦ λόγου οἰκονομίᾳ ὑπαγαγεῖν. Δίδωσι δὲ ὁ λόγος καὶ ἄλλο νοεῖν· ἐπεὶ ὁ ὄφις πληττόμενος παντὸς μὲν τοῦ σώματος ἀλογεῖ, σπεύδει δὲ τὴν κε-φαλὴν μόνην τηρεῖν, εἰδὼς ὡς ἐν ἐκείνῃ πέφυκεν ἡ τούτου ζωὴ, οὕτω βούλεται τοὺς μαθητὰς μελέτην ἔχειν διὰ βίου παντὸς καθαρὰν τηρῆσαι καὶ ἄπνηκτον τὴν εἰς αὐτὸν πίστιν, ὅς ἐστιν ἡμῶν ἡ κεφαλή· τοῦ σώματος δὲ καὶ τῶν περὶ τὸ σῶμα γενναίῳ λήμματι ἀφειδεῖν. Σωζομένης γὰρ ἐν ἡμῖν ἀθραύστου τῆς πίστεως, τὸν ἀληθῆ τῆς ψυχῆς θάνατον οὐκ ἀποθανούμεθα. Ἔνεστι τῷ ὄφει καὶ ἄλλη φυσικὴ καὶ ἀπόῤῥητος δύναμις. Τμηθεὶς γὰρ τὸ σῶμα, συγκολλᾷ, καὶ συσφίγγει αὖθις τὰ τμήματα, καὶ εἰς ὁλοκληρίαν ἀποκαθίσταται. Παραινεῖ οὖν τὸ εἰκόνισμα, ὡς εἴποτε καὶ ἡμῖν διάστασις τῶν πνευματικῶν μελῶν γένηται, δέδοται πᾶσιν ἡ τῆς μετανοίας ἰσχὺς, διʼ ἧς δυνάμεθα πάλιν συνέρχεσθαι καὶ συνάπτεσθαι. Πρὸς τούτοις καὶ ἄλλη ἐστὶ τῷ ὄφει δύναμις φυσική. Ἐπειδὰν γὰρ ἑαυτὸν αἴσθηται χρόνῳ γηράσαντα, ὥς φασιν οἱ τὰς τῶν ζώων φύσεις παρατηρήσαντες, ἀσιτίᾳ μακρᾷ δοὺς ἑαυτὸν, καὶ οὕτω χαυνώσας τὸν ὄγκον τοῦ σώματος, εἰς ἁρμονίαν στενὴν καὶ πνιγηρὰν τὸ σῶμα καθεὶς, ἐπί τοσοῦτον βιαίως ὠθεῖ, ἕως ἄν, τῆς λεβηρίδος γυμνωθεὶς, σὺν αὐτῇς τὸ γῆρας ἀπώθηται. Καὶ εἴπερ δι’ ἄλλο τι, καὶ διὰ τοῦτο κληθῆναι αὐτὸν φρόνιμον παρὰ τῆς Γραφῆς, ὅτι μικρὰ πονήσας ἐν ἀναπαύσει καθίσταται. Ὑποτίθεται οὖν σοι νοεῖν ὡς, εἰ μέλλοιμεν τὸν παλαιὸν ἄνθρωπον ἀποθέσθαι, καὶ τῆς ἁμαρτίας ἀποξύσαι τὸ γῆρας, ἐγκρατείᾳ ἐπιπόνῳ τὴν παλαιὰν ἐν τῷ παραδείσῳ λαιμαργίαν ἰάσασθαι. τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τῆς ἀρετῆς διοδεύοντας. Βούλεσθε καὶ ἄλλο τῶν τοῦ ὄφεως εἴπωμεν, ὅ μιμεῖσθαι ἡμᾶς ὁ Κύριος βούλεται; Φασὶ τὸν ὄφιν ἐν τῇ ἀρμονίᾳ εἰς ἥν παραδύεται, ἐπὰν εἰσωθῆσαι φθάσῃ τὴν κεφαλὴν, μὴ ἄν εὐκόλως εἰς τοὐπίσῳ ἐφέλκεσθαι, εἴ τις ἐκ τοῦ οὐρανίου λαβόμενος εἰς τοὔμπαλιν ἀντισπᾷν πειραθῇ τῆς τραχείας φυσικῶς φολίδος, πρὸς τὴν τοῦ ὑφέλκοντος βίαν ἀντιβαινούσης δεικνύντος τοῦ ὑποδείγματος ὡς τὸν ἅπαξ ἑαυτὸν τῇ τῆς ἀρετῆς ἁρμονίᾳ ὑποτάξαντα ἀποστολικῇ παραινέσει δεῖ τοῖς μὲν ἔμπροσθεν ἐπεκτείνεσθαι, οὐ μὴν εἰς τὰ ὀπίσω ἐφέλκεσθαι. «Οὐδεὶς γὰρ, φησὶ, βαλὼν τὸν χεῖρα αὐτοῦ ἐπʼ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.  Ταῦτα μὲν μιμεῖσθαι ἡμᾶς μυσταγωγεῖ τὸ τοῦ ὄφευς· τῆς δέ γε περιστερᾶς τὴν ἀκεραιότητα· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. » Φασὶ γὰρ τοῦτο τὸ ζῶον, τὴν περιστερὰν, τοιαύτην ἔχειν πρὸς τοὺς δεσπότας τὴν οἰκειότητα, ὡς καὶ πορθουμένης αὐτῆς τῆς καλιᾶς, καὶ σφαττομένων τῶν νεοττῶν, τῆς οἰκίας τῶν δεσποτῶν μὴ ἀφίστασθαι. Τοιαύτην οὖν καὶ ἡμᾶς ἔχειν προσήκει πραΰτητα καὶ ἀμνησικακίαν πρὸς τοὺς ἀδικοῦντας ἡμᾶς. « Καὶ ἀκέραοι, ὡς αἱ περιστεραί. » Καὶ κατʼ ἄλλον δὲ τρόπον ὁμοιοῦσθαι ἡμᾶς βούλεται τῇ περιστερᾷ. Ἐπειδὴ χολῆς ἄμοιρόν ἐστι τοῦτο τὸ ὄρνεον, καθὼς ἠκριβώσαντο οἱ τὰ τοιαῦτα παρατηρήσαντες. Ἔστι δὲ καὶ δυσωδίας ἐχθρὸν, φιλεῖ δὲ μάλιστα τόποις εὐώδεσιν ἀναστρέφεσθαι. Τοιούτους οὖν εἶναι διδάσκει τοὺς μαθητὰς πραεῖς καὶ ἀχόλους εἶναι τοῖς πταίουσιν, ὁποῖον τὸν μέγαν Μωσέα, καὶ τὸν ἱεροφάντορα Δαβίδ δεικνύει τὰ λόγια. Ὧν ὁ μὲν, λοιδορησάσης αὐτὸν τῆς ὁμαίμονος, καὶ κατὰ πόδας δεξαμένης τὴν τοῦ Θεοῦ ἀγανάκτησιν, ὑπὲρ αὐτῆς τὸ Θεῖον ἐξιλεώσατο, ὁ δέ, τὸν διώκοντα Σαοὺλ εἰς χεῖρας λαβὼν, καὶ ἔχων ὑπʼ ἐξουσίας αὐτὸν ἀνελεῖν, αὐτός τε μακροθύμως ἢνεγκε, καὶ τὸν ὑπασπιστὴν πρὸς τὴν ἀναίρεσιν ὁρμήσαντα διεκώλυσεν. Οὕτως ἀοργήτους εἶναι ἡμᾶς βούλεται, τῆς περιστερᾶς τὴν ἀκεραιότητα μιμουμένους, ἐχθροὺς δὲ τῆς δυσώδους ἁμαρτίας καὶ μυσαρᾶς, τῷ μύρῳ τῆς ἀρετῆς γαννυμένους καὶ τρεφομένους. Ἡ γὰρ περιστερὰ τοὺς δυσώδεις, ὡς ἔφην, τόπους ἐκφεύγουσα, τῇ εὐπνοίᾳ τοῦ μύρου τῶν ἀνθέων ῥωμαλλεωτέρα καθίσταται. Τάχα δὲ διὰ τούτων ὁμοιωθῆναι ἡμᾶς παραινεῖ τῷ τῆς περιστερᾶς εἴδει τῆς καταπτάσης ἐν Ἰορδάνῃ, ἧς τὰς πτέρυγας λαβεῖν καὶ Δαίδ ἐπεθύμησεν. Οὕτω γὰρ ἐν αἰνίγματι σύνηθες τῇ Γραφῇ ὀνομάζειν τὴν θείαν τοῦ Πνεύματος δύναμιν.

Εἰ δὲ δεῖ ἐφάψασθαι καὶ τοῦ ὑψηλοτέρου νοήματος δόγμα ἐστὶ τὸ ἐν τῷ λόγῳ κρυπτύμενον. Τὸ δὲ δόγμα ἐμφαίνει μεσότητας εἶναι τὰς ἀρετάς ἑκάστη γὰρ ἀρετῇ μεσολλαβεῖταί πως δυσὶ κακοῖς γειτονήμασιν οἷον ἐπὶ τῆς ἀνδρείας, ἡ μὲν ὑπερβολὴ θράσος, ἡ δὲ ἔλλειψις δειλία· ἀμφότερα δὲ οὐκ ἐπαινετά. Τὸ δὲ μέσον ἀμφοῖν ἡ ἀνδρεία, αὕτη ἐστὶν ἀρετή. Οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης, ὁ μὲν ἐλλειπὴς ἀκόλαστος, ὁ δὲ ὑπερβαίνων κεκαυτηρίασται τὴν συνείδησιν, ὥς φησιν ὁ Ἀπόστολος. Ὁ μὲν γὰρ πάσαις μίγνυται κυνηδόν· ὁ δε καὶ τὸν γάμον ἐπίσης τῇ μοιχείᾳ βδελύττεται. Ἡ δὲ τούτων μεσότης σωφροσύνη ἐστί. Ταυτόν τις εὕροι καὶ ἐπὶ τῆς δικαιοσύνης. Καὶ αὐτὴ γὰρ μέσον φειδωλίας καὶ ἀσωτείας ἑστίν. Ἐνταῦθα οὖν ὁ Σωτὴρ διδάσκει τοὺς μαθητὰς περὶ τῆς φρονήσεως, μέσης καὶ αὐτῆς οὔσης, εὐηθείας τε καὶ δεινότητος. Οὔτε οὖν ἐπαινετὸν καθʼ ἑαυτὸ τὸ τοῦ ὄφεως φρόνιμον, οὔτε τῆς περιστερᾶς τὸ ἀκέραιον Συγκραθέντα δʼ ἀμφότερα τὴν ὑπέρπτωσιν καὶ τὴν  ἔλλειψιν διαπέφευγεν. Ὁ γοῦν μετὰ περισκέψεως καὶ κατανοήσεως πρὸς εὐπείθειαν τῶν ἀκουόντων τὴν διδασκαλίαν οἰκονομῶν φρόνιμος ὡς ὄφις ἐστίν ἀκέραος δὲ ὡσεὶ περιστερὰ ὁ μηδʼ εἰς ἔννοιαν λαμβάνων ἀμύνασθαι τὸν ἐπιβουλεύοντα.

Τούτοις τοῖς ὅπλοις ἑαυτὸν περιφράξας Παντελεήμων ὁ γενναιότατος ἀθλητὴς, οὐ τὴν ἱερὰν πανήγυριν ἄγομεν, Μαξιμιανοῦ τὰς ἀπειλὰς καὶ κολάσεις ἡγήσατο νηπιοπρεπῆ μορμολύκεια, παραθήξας μὲν ἑαυτὸν εὖ μάλα πρὸς τὸ μαρτύριον, προτρέπων δι’ καὶ ἡμᾶς τὰς ἀριστείας ζηλοῦν ἐκείνου καὶ τὰ παλαίσματα. Ἀλλʼ ἴσως ἀμήχανόν τις ἡγήσαιτο δύνασθαί τινα τοῦτον μιμήσασθαι, μήτε Παντελεήμονα κεκλημένον, μήτε πατέρων φῦντα τοιοῦτον, τοῖς λοιποῖς ἐπιτηδεύμασι κοινωνήσαντα. Πῶς γὰρ τὴν συντυχικὴν πολιτείαν τοῦ μάρτυρος ἐκ προαιρέσεως τις μιμήσαιτο; Ἀλλʼ ἡμεῖς τὸ δοκοῦν δυσχερὲς ῥάδιον εἶναι σαφῶς ὑποδείξομεν. Γένοιτο δʼ ἄν μάλιστα τοῦτο διαφανὲς, εἰ τὴν περὶ αὐτοῦ διήγησιν πρότερον διεξέλθοιμεν, ὅ δὴ καὶ ποιήσω μάλα συνε-σταλμένως, ὡς ἄν μὴ δοκοίην εἰδόσι μακρηγορεῖν. Παντελεήμων ὁ ἀθλητὴς, καθὼς ἡ κατʼ αὐτὸν ἱστορία φησὶ, γέγονε πατρὶς μὲν Εὐστοργίου, μητρὸς δὲ Εὐβούλη, Παντολέων ὀνομαζόμενος. Ἐκ δʼ ἔτι παίδων καθηγητῇ τινι Εὐτροπίῳ παραδοθεὶς, τὰ Ἱπποκράτους καὶ Γαληνοῦ ἐκπαιδεύεται. Ἑρμολάῳ δὲ τῷ ἱερῷ ἐντυχὼν, μυσταγωγεῖται παρʼ αὐτοῦ τῆς ἀληθείας τὰ δόγματα. Καὶ τελεσθεὶς διὰ τοῦ θείου λουτροῦ, Παντελεήμων μετονομάζεται. Καὶ γίνεται τὸ ἐντεῦθεν καὶ τοῖς ἄλλοις τοῦ μυστηρίου διδάσκαλος. Δηχθέντος δέ τινος ὑπὸ ἔχεως, τῇ τοῦ Χριστοῦ ἐπικλήσει κατέστησεν ὑγιᾷ, ἀμβλύνας εὐχῇ τὸν θανατώδη τοῦ θηρίου ἰόν. Καὶ ἄλλον δὲ ἤδη τεθνήξαντα τῷ αὐτῷ φαρμάκῳ ἐπανήγαγε πρὸς ζωήν. Εἶτα δυναμωθεὶς τῇ πίστει, τῷ τυράννῳ παρίσταται Μαξιμιανῷ, καὶ πολλῶν βασάνων πεῖραν λαβὼν, διὰ θανάτου μεθίσταται πρὸς τὴν μακαρίαν ζωήν.

Πῶς οὖν ὁ πρὸς αὐτὸν ἡμῶν ζῆλος γενήσεται; Ἕκαστος ἡμῶν υἱὸς Εὐστοργίου καὶ Εὐβούλης ἐστὶ, τῆς θείας, φημὶ, δυνάμεως τοῦ πάντα τεκτηναμένου Θεοῦ. Ἐπειδὴ γὰρ τὶ Θεῖον κατὰ τὴν ἑαυτοῦ φύσιν οὔτʼ ἄῤῥεν οὔτε θῆλύ ἐστι, καὶ μήτηρ ἡμῶν λέγεται καὶ πατὴρ. Εὐβούλη μὲν διὰ τὴν μεγάλην βουλὴν τῆς ἡμῶν παραγωγῆς, καθʼ ἧν ἔλεγε Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ ὁμοίωσιν,» Εὐστόργιος δὲ ὅτι τοιαύτην στοργὴν εἰς ἡμᾶς ἐνεδείξατο, ὥστε « τὸν Υἱὸν αὐτοῦ τὸν μονο-γενῆ δοῦναι λύτρον ὑπὲρ ἡμῶν.» Παραχθέντες τοίνυν ὑπὸ τῆς θείας τοῦ τεχνουργοῦντος δυνάμεως τῷ Εὐτροπίῳ ἐδόθημεν. Νόει δὲ διὰ τοῦ ὀνόματος τὸν πολύτροπον τόνδε βίον, τὸν εἰς, τἀναντία μεταπίπτοντα καὶ τρεπόμενον· ἐν τούτῳ γενόμενοι, ἑκοντὶ γεγόναμεν παντολέοντες. Ὅταν γάρ τις διάστροφον ἔχῃ τὸν νοῦν, καθάπερ ὁ λέων τὰς ὄψεις, καὶ νεύοντα πρὸς τὰ πάθη, ἁρπακτικός τε καὶ ἀμετάδοτος ᾖ, ὡς ἐν ὀνύχων ἀκμαῖς τῇ ἀδικίᾳ κατασπαράσσων τὸν πέλας, παντολέων ἐστὶ, πάντα τοῦ λέοντος τὰ φυσικὰ πάθη φέρων ἐκ προαιρέσεως, μεταπλασθείσης ἀπὸ τῆς εἰς Θεὸν ὁμοιότητος ἐπὶ τὸ θηριῶδες τῆς φύσεως. Τοιούτους τοίνυν τυγχάνοντας πρότερον μὲν ἠθικῇ δεῖ νουθετεῖσθαι φιλοσοφίᾳ, ἅτινά εἰσιν Ἱπποκράτους καὶ Γαληνοῦ τὰ παιδεύματα· τουτέστιν ὡς ἵππον κρατεῖν τὸ σῶμα, καὶ τὰς ὁρμὰς τούτου δουλαγωγεῖν, καὶ γαληνὸν βίον ἔχειν καὶ ἥσυχον. Ἄν τούτοις προγυμνασθῆς, Ἑρμόλαός σε μυσταγωγήσει τὰ τελεώτερα. Εἴη ἄν Ἑρμόλαος ὁ ἑρμηνεὺς τοῦ λαοῦ, ὁ τῆς Ἐκκλησίας διδάσκαλος. Οὗτος ὑποδείξει σοι τὴν τῆς σωτηρίας ὁδόν· καὶ τῷ λουτρῷ τῆς μετανοίας ἀποκαθάρας σε, ἀντὶ Παντολέοντος ποιήσει Παντελεήμο-να· ἀποξύσας γὰρ τὸ θηριῶδες ἦθος, μιμητὴν ποιήσει τοῦ ἐλεήμονος ὡς ἔργοις τὴν κλῆσιν ἐνδείξασθαι. Κἄν ἴδῃς τινὰ τρωθέντα ὑπὸ τοῦ νοητοῦ ὄφεως, καὶ κινδυνεύοντα εἰς πονηράν τινα πρᾶξιν πεσεῖν, μεταδοίης ὧν εἴληφας, ἐπιπάσῃς τῆς διδασκαλίας τὸ φάρμακον, καὶ στήσεις τὴν ἐκ τῆς ἁμαρτίας φθοράν. Κἄν ἐντύχῃς τινὶ τελείως τὸν τῆς ἀμαρτίας θνήξαντι θάνατον, καὶ τοῦτον τῷ τῆς μετανοίας φαρμάκῳ ἀναστήσεις τοῦ πτώματος. Ἄν προσβάλλῃ ὁ νοητὸς Μαξιμιανὸς ὁ κοσμοκράτωρ διάβολος τὰς βασάνους ἐπιφέρων τῶν πειρασμῶν, γενναίως ἀντίστηθι. Ὑπέμεινεν ὁ μάρτυς ξίφη καὶ μαχαίρας· ὑπόφερε σὺ γλώσσας ἠκονημένας εἰς λοιδορίαν. Ἔσβεσεν ἐκεῖνος πυρὸς ἐρωήν· ἀπομάρανον σὺ τὴν ἔνδον πυρκαϊάν τῶν παθῶν καὶ θυμὸν ἀλόγιστον, ζέοντα καὶ διεγειρόμενον πρὸς ὄρεξιν ἀντιλυπήσεως. Ἄν οὕτω βιῴης, οὐ μακρὰν ἔσῃ τοῦ μάρτυρος, καὶ αὐτὸς ἀθλήσας κατὰ προαίρεσιν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεις ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.